Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)

Cover Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
The book Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) was written by author Here you can read free online of Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) book, rate and share your impressions in comments. If you don't know what to write, just answer the question: Why is Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) a good or bad book?
Where can I read Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) for free?
In our eReader you can find the full English version of the book. Read Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) Online - link to read the book on full screen. Our eReader also allows you to upload and read Pdf, Txt, ePub and fb2 books. In the Mini eReder on the page below you can quickly view all pages of the book - Read Book Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
What reading level is Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) book?
To quickly assess the difficulty of the text, read a short excerpt:

σοὶ δ’ οὐκέτι δεύτερον ἔσται35  ὧδ’ ἔρδειν· ἀλλ’ αὖθι διακρινώμεθα νεῖκοςἰθείῃσι δίκῃς, αἵ τ’ ἐκ Διός εἰσιν ἄρισται.ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ’, ἄλλα τε πολλὰἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆαςδωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικάσσαι.40  νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸςοὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ. Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.ῥηιδίως γάρ κεν καὶ ἐπ’ ἤματι ἐργάσσαιο,ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·45  αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπν...οῦ καταθεῖο,ἔργα βοῶν δ’ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ᾗσιν,ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·τοὔνεκ’ ἄρ’ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,50  κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖοἔκλεψ’ ἀνθρώποισι Διὸς παρὰ μητιόεντοςἐν κοίλῳ νάρθηκι, λαθὼν Δία τερπικέραυνον.τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·“Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,55  χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,σοί τ’ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντεςτέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.” Ὣς ἔφατ’, ἐκ δ’ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·60  Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχισταγαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴνκαὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκεινπαρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνηνἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·65  καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτηνκαὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθοςἙρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην. Ὣς ἔφαθ’, οἳ δ’ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι ...70  [αὐτίκα δ’ ἐκ γαίης πλάσσε κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε75  Ὧραι καλλίκομοι στέφον ἄνθεσι εἰαρινοῖσιν·πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·]ἐν δ’ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντηςψεύδεά θ’ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθοςτεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ’ ἄρα φωνὴν80  θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκαΠανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ’ ἔχοντεςδῶρον ἐδώρησαν, πῆμ’ ἀνδράσιν ἀλφηστῇσιν.αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην85  δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ’ Ἐπιμηθεὺςἐφράσαθ’ ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρονδέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ’ ἀποπέμπεινἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται·αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ’, ἐνόησε.90  Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπωννόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιονούσων τ’ ἀργαλέων, αἵ τ’ ἀνδράσι κῆρας ἔδωκαν.[αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ’ ἀφελοῦσα95  ἐσκέδασ’, ἀνθρώποισι δ’ ἐμήσατο κήδεα λυγρά.μούνη δ’ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισινἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν οὐδὲ θύραζεἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο[αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο].100  ἄλλα δὲ μυρία λυγρὰ κατ’ ἀνθρώπους ἀλάληται·πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·νοῦσοι δ’ ἀνθρώποισιν ἐφ’ ἡμέρῃ, αἳ δ’ ἐπὶ νυκτὶαὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαισιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.105  οὕτως οὔ τί πη ἔστι Διὸς νόον ἐξαλέασθαι. Εἰ δ’ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσωεὖ καὶ ἐπισταμένως· σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν[ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ’ ἄνθρωποι]. Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων110  ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες.οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ’ οὐρανῷ ἐμβασίλευεν·ὥστε θεοὶ δ’ ἔζωον ἀκηδέα θυμὸν ἔχοντεςνόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸνγῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι115  τέρποντ’ ἐν θαλίῃσι, κακῶν ἔκτοσθεν ἁπάντων·θνῇσκον δ’ ὥσθ’ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντατοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος ἄρουρααὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ’ ἐθελημοὶἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσινἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,[οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα125  ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ’ αἶαν,]πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον. Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθενἀργύρεον ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες,χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα·130  ἀλλ’ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇἐτρέφετ’ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ·ἀλλ’ ὅτ’ ἄρ’ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε’ ἔχοντεςἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο135  ἀλλήλων ἀπέχειν, οὐδ’ ἀθανάτους θεραπεύεινἤθελον οὐδ’ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,ᾗ θέμις ἀνθρώποις κατὰ ἤθεα.

What to read after Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)?
You can find similar books in the "Read Also" column, or choose other free books by Hesiod to read online
MoreLess

Read book Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) for free

You can download books for free in various formats, such as epub, pdf, azw, mobi, txt and others on book networks site. Additionally, the entire text is available for online reading through our e-reader. Our site is not responsible for the performance of third-party products (sites).
Ads Skip 5 sec Skip
+Write review

User Reviews:

Write Review:

Guest

Guest